Psalms 36

1
LXX: Psa.35:1
Εἰς τὸ τέλος· τῷ δούλῳ κυρίου τῷ Δαυιδ.
LXX: Psa.35:2
Φησὶν παράνομος τοῦ ἁμαρτάνειν ἐν ἑαυτῷ, οὐκ ἔστιν φόβος θεοῦ ἀπέναντι τῶν ὀφθαλμῶν αὐτοῦ·
2
LXX: Psa.35:3
ὅτι ἐδόλωσεν ἐνώπιον αὐτοῦ τοῦ εὑρεῖν τὴν ἀνομίαν αὐτοῦ καὶ μισῆσαι.
3
LXX: Psa.35:4
τὰ ῥήματα τοῦ στόματος αὐτοῦ ἀνομία καὶ δόλος, οὐκ ἐβουλήθη συνιέναι τοῦ ἀγαθῦναι·
4
LXX: Psa.35:5
ἀνομίαν διελογίσατο ἐπὶ τῆς κοίτης αὐτοῦ, παρέστη πάσῃ ὁδῷ οὐκ ἀγαθῇ, τῇ δὲ κακίᾳ οὐ προσώχθισεν.
5
LXX: Psa.35:6
κύριε, ἐν τῷ οὐρανῷ τὸ ἔλεός σου, καὶ ἀλήθειά σου ἕως τῶν νεφελῶν·
6
LXX: Psa.35:7
δικαιοσύνη σου ὡσεὶ ὄρη θεοῦ, τὰ κρίματά σου ἄβυσσος πολλή· ἀνθρώπους καὶ κτήνη σώσεις, κύριε.
7
LXX: Psa.35:8
ὡς ἐπλήθυνας τὸ ἔλεός σου, θεός· οἱ δὲ υἱοὶ τῶν ἀνθρώπων ἐν σκέπῃ τῶν πτερύγων σου ελπιουσιν
8
LXX: Psa.35:9
μεθυσθήσονται ἀπὸ πιότητος τοῦ οἴκου σου, καὶ τὸν χειμάρρουν τῆς τρυφῆς σου ποτιεῖς αὐτούς·
9
LXX: Psa.35:10
ὅτι παρὰ σοὶ πηγὴ ζωῆς, ἐν τῷ φωτί σου ὀψόμεθα φῶς.
10
LXX: Psa.35:11
παράτεινον τὸ ἔλεός σου τοῖς γινώσκουσίν σε καὶ τὴν δικαιοσύνην σου τοῖς εὐθέσι τῇ καρδίᾳ.
11
LXX: Psa.35:12
μὴ ἐλθέτω μοι ποὺς ὑπερηφανίας, καὶ χεὶρ ἁμαρτωλῶν μὴ σαλεύσαι με.
12
LXX: Psa.35:13
ἐκεῖ ἔπεσον οἱ ἐργαζόμενοι τὴν ἀνομίαν, ἐξώσθησαν καὶ οὐ μὴ δύνωνται στῆναι.
Copyright information for LXX